academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΓΕΝΕΣΙΣ
  • 1.Mose 38

38

1᾿Εγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ κατέβη Ιουδας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἀφίκετο ἕως πρὸς ἄνθρωπόν τινα Οδολλαμίτην, ᾧ ὄνομα Ιρας.

2καὶ εἶδεν ἐκεῖ Ιουδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾗ ὄνομα Σαυα, καὶ ἔλαβεν αὐτὴν καὶ εἰσῆλθεν πρὸς αὐτήν.

3καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ηρ.

4καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Αυναν.

5καὶ προσθεῖσα ἔτι ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σηλωμ. αὐτὴ δὲ ἦν ἐν Χασβι, ἡνίκα ἔτεκεν αὐτούς.

6καὶ ἔλαβεν Ιουδας γυναῖκα Ηρ τῷ πρωτοτόκῳ αὐτοῦ, ᾗ ὄνομα Θαμαρ.

7ἐγένετο δὲ Ηρ πρωτότοκος Ιουδα πονηρὸς ἐναντίον κυρίου, καὶ ἀπέκτεινεν αὐτὸν ὁ θεός.

8εἶπεν δὲ Ιουδας τῷ Αυναν Εἴσελθε πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου καὶ γάμβρευσαι αὐτὴν καὶ ἀνάστησον σπέρμα τῷ ἀδελφῷ σου.

9γνοὺς δὲ Αυναν ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγίνετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν τοῦ μὴ δοῦναι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.

10πονηρὸν δὲ ἐφάνη ἐναντίον τοῦ θεοῦ ὅτι ἐποίησεν τοῦτο, καὶ ἐθανάτωσεν καὶ τοῦτον.

11εἶπεν δὲ Ιουδας Θαμαρ τῇ νύμφῃ αὐτοῦ Κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου, ἕως μέγας γένηται Σηλωμ ὁ υἱός μου· εἶπεν γάρ Μήποτε ἀποθάνῃ καὶ οὗτος ὥσπερ οἱ ἀδελφοὶ αὐτοῦ. ἀπελθοῦσα δὲ Θαμαρ ἐκάθητο ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς.

12᾿Επληθύνθησαν δὲ αἱ ἡμέραι καὶ ἀπέθανεν Σαυα ἡ γυνὴ Ιουδα· καὶ παρακληθεὶς Ιουδας ἀνέβη ἐπὶ τοὺς κείροντας τὰ πρόβατα αὐτοῦ, αὐτὸς καὶ Ιρας ὁ ποιμὴν αὐτοῦ ὁ Οδολλαμίτης, εἰς Θαμνα.

13καὶ ἀπηγγέλη Θαμαρ τῇ νύμφῃ αὐτοῦ λέγοντες ᾿Ιδοὺ ὁ πενθερός σου ἀναβαίνει εἰς Θαμνα κεῖραι τὰ πρόβατα αὐτοῦ.

14καὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφ᾽ ἑαυτῆς περιεβάλετο θέριστρον καὶ ἐκαλλωπίσατο καὶ ἐκάθισεν πρὸς ταῖς πύλαις Αιναν, ἥ ἐστιν ἐν παρόδῳ Θαμνα· εἶδεν γὰρ ὅτι μέγας γέγονεν Σηλωμ, αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα.

15καὶ ἰδὼν αὐτὴν Ιουδας ἔδοξεν αὐτὴν πόρνην εἶναι· κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτῆς, καὶ οὐκ ἐπέγνω αὐτήν.

16ἐξέκλινεν δὲ πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἶπεν αὐτῇ ῎Εασόν με εἰσελθεῖν πρὸς σέ· οὐ γὰρ ἔγνω ὅτι ἡ νύμφη αὐτοῦ ἐστιν. ἡ δὲ εἶπεν Τί μοι δώσεις, ἐὰν εἰσέλθῃς πρός με;

17ὁ δὲ εἶπεν ᾿Εγώ σοι ἀποστελῶ ἔριφον αἰγῶν ἐκ τῶν προβάτων. ἡ δὲ εἶπεν ᾿Εὰν δῷς ἀρραβῶνα ἕως τοῦ ἀποστεῖλαί σε.

18ὁ δὲ εἶπεν Τίνα τὸν ἀρραβῶνά σοι δώσω; ἡ δὲ εἶπεν Τὸν δακτύλιόν σου καὶ τὸν ὁρμίσκον καὶ τὴν ῥάβδον τὴν ἐν τῇ χειρί σου. καὶ ἔδωκεν αὐτῇ καὶ εἰσῆλθεν πρὸς αὐτήν, καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτοῦ.

19καὶ ἀναστᾶσα ἀπῆλθεν καὶ περιείλατο τὸ θέριστρον ἀφ᾽ ἑαυτῆς καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς.

20ἀπέστειλεν δὲ Ιουδας τὸν ἔριφον ἐξ αἰγῶν ἐν χειρὶ τοῦ ποιμένος αὐτοῦ τοῦ Οδολλαμίτου κομίσασθαι τὸν ἀρραβῶνα παρὰ τῆς γυναικός, καὶ οὐχ εὗρεν αὐτήν.

21ἐπηρώτησεν δὲ τοὺς ἄνδρας τοὺς ἐκ τοῦ τόπου Ποῦ ἐστιν ἡ πόρνη ἡ γενομένη ἐν Αιναν ἐπὶ τῆς ὁδοῦ; καὶ εἶπαν Οὐκ ἦν ἐνταῦθα πόρνη.

22καὶ ἀπεστράφη πρὸς Ιουδαν καὶ εἶπεν Οὐχ εὗρον, καὶ οἱ ἄνθρωποι οἱ ἐκ τοῦ τόπου λέγουσιν μὴ εἶναι ὧδε πόρνην.

23εἶπεν δὲ Ιουδας ᾿Εχέτω αὐτά, ἀλλὰ μήποτε καταγελασθῶμεν· ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον, σὺ δὲ οὐχ εὕρηκας.

24᾿Εγένετο δὲ μετὰ τρίμηνον ἀπηγγέλη τῷ Ιουδα λέγοντες ᾿Εκπεπόρνευκεν Θαμαρ ἡ νύμφη σου καὶ ἰδοὺ ἐν γαστρὶ ἔχει ἐκ πορνείας. εἶπεν δὲ Ιουδας ᾿Εξαγάγετε αὐτήν, καὶ κατακαυθήτω.

25αὐτὴ δὲ ἀγομένη ἀπέστειλεν πρὸς τὸν πενθερὸν αὐτῆς λέγουσα ᾿Εκ τοῦ ἀνθρώπου, τίνος ταῦτά ἐστιν, ἐγὼ ἐν γαστρὶ ἔχω. καὶ εἶπεν ᾿Επίγνωθι, τίνος ὁ δακτύλιος καὶ ὁ ὁρμίσκος καὶ ἡ ῥάβδος αὕτη.

26ἐπέγνω δὲ Ιουδας καὶ εἶπεν Δεδικαίωται Θαμαρ ἢ ἐγώ, οὗ εἵνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλωμ τῷ υἱῷ μου. καὶ οὐ προσέθετο ἔτι τοῦ γνῶναι αὐτήν.

27᾿Εγένετο δὲ ἡνίκα ἔτικτεν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς.

28ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν ὁ εἷς προεξήνεγκεν τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον λέγουσα Οὗτος ἐξελεύσεται πρότερος.

29ὡς δὲ ἐπισυνήγαγεν τὴν χεῖρα, καὶ εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ. ἡ δὲ εἶπεν Τί διεκόπη διὰ σὲ φραγμός; καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Φαρες.

30καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφ᾽ ᾧ ἦν ἐπὶ τῇ χειρὶ αὐτοῦ τὸ κόκκινον· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαρα.