academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΠΑΡΟΙΜΙΑΙ
  • Spr 1

1

1Παροιμίαι Σαλωμῶντος υἱοῦ Δαυιδ,

ὃς ἐβασίλευσεν ἐν Ισραηλ,

2γνῶναι σοφίαν καὶ παιδείαν

νοῆσαί τε λόγους φρονήσεως

3δέξασθαί τε στροφὰς λόγων

νοῆσαί τε δικαιοσύνην ἀληθῆ

καὶ κρίμα κατευθύνειν,

4ἵνα δῷ ἀκάκοις πανουργίαν,

παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν·

5τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται,

ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται

6νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον

ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.

7᾿Αρχὴ σοφίας φόβος θεοῦ,

σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν·

εὐσέβεια δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως,

σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν.

8ἄκουε, υἱέ, παιδείαν πατρός σου

καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·

9στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ

καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ.

10υἱέ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς,

μηδὲ βουληθῇς, ἐὰν παρακαλέσωσί σε λέγοντες

11᾿Ελθὲ μεθ᾽ ἡμῶν, κοινώνησον αἵματος,

κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως,

12καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα

καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς·

13τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα,

πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων·

14τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν,

κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες,

καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν.

15μὴ πορευθῇς ἐν ὁδῷ μετ᾽ αὐτῶν,

ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν·

16οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν

καὶ ταχινοὶ τοῦ ἐκχέαι αἷμα·

17οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς.

18αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά,

ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή.

19αὗται αἱ ὁδοί εἰσιν πάντων τῶν συντελούντων τὰ ἄνομα·

τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται.

20Σοφία ἐν ἐξόδοις ὑμνεῖται,

ἐν δὲ πλατείαις παρρησίαν ἄγει,

21ἐπ᾽ ἄκρων δὲ τειχέων κηρύσσεται,

ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει,

ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει

22῞Οσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης, οὐκ αἰσχυνθήσονται·

οἱ δὲ ἄφρονες, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί,

ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν

23καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις.

ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν,

διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον.

24ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε

καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε,

25ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς,

τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε,

26τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι,

καταχαροῦμαι δέ, ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος,

27καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος,

ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ,

καὶ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία,

ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος.

28ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν·

ζητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσουσιν.

29ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ φόβον τοῦ κυρίου οὐ προείλαντο

30οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς,

ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους.

31τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς

καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται·

32ἀνθ᾽ ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται,

καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ.

33ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ᾽ ἐλπίδι

καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.