academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΣΟΥΣΑΝΝΑ
  • Sus 1

1

1A

Dieser Vers existiert in dieser Textausgabe nicht.

2A

Dieser Vers existiert in dieser Textausgabe nicht.

3A

Dieser Vers existiert in dieser Textausgabe nicht.

4A

Dieser Vers existiert in dieser Textausgabe nicht.

5A

Dieser Vers existiert in dieser Textausgabe nicht.

6Καὶ ἤρχοντο κρίσεις ἐξ ἄλλων πόλεων πρὸς αὐτούς.

7-8καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας, εἰσεπορεύετο Σουσαννα καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς.

9διέστρεψαν τὸν νοῦν αὐτῶν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων.

10-11καὶ ἀμφότεροι ἦσαν κατανενυγμένοι περὶ αὐτῆς, καὶ ἕτερος τῷ ἑτέρῳ οὐ προσεποιεῖτο τὸ κακὸν τὸ ἔχον αὐτοὺς περὶ αὐτῆς, οὐδὲ ἡ γυνὴ ἔγνω τὸ πρᾶγμα τοῦτο.

12καὶ ὡς ἐγίνετο ὄρθρος, ἐρχόμενοι ἔκλεπτον ἀλλήλους σπεύδοντες, τίς φανήσεται αὐτῇ πρότερος καὶ λαλήσει πρὸς αὐτήν.

13-14καὶ ἰδοὺ αὕτη κατὰ τὸ εἰωθὸς περιεπάτει, καὶ ὁ εἷς τῶν πρεσβυτέρων ἐληλύθει, καὶ ἰδοὺ ὁ ἕτερος παρεγένετο, καὶ εἷς τὸν ἕτερον ἀνέκρινε λέγων Τί σὺ οὕτως ὄρθρου ἐξῆλθες οὐ παραλαβών με; καὶ ἐξωμολογήσαντο πρὸς ἀλλήλους ἑκάτερος τὴν ὀδύνην αὐτοῦ.

15A

Dieser Vers existiert in dieser Textausgabe nicht.

16A

Dieser Vers existiert in dieser Textausgabe nicht.

17A

Dieser Vers existiert in dieser Textausgabe nicht.

18A

Dieser Vers existiert in dieser Textausgabe nicht.

19καὶ εἶπεν εἷς τῷ ἑτέρῳ Πορευθῶμεν πρὸς αὐτήν· καὶ συνθέμενοι προσήλθοσαν αὐτῇ καὶ ἐξεβιάζοντο αὐτήν.

20A

Dieser Vers existiert in dieser Textausgabe nicht.

21A

Dieser Vers existiert in dieser Textausgabe nicht.

22καὶ εἶπεν αὐτοῖς ἡ Ιουδαία Οἶδα ὅτι ἐὰν πράξω τοῦτο, θάνατός μοί ἐστι, καὶ ἐὰν μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν·

23κάλλιον δέ με μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἢ ἁμαρτεῖν ἐνώπιον κυρίου.

24A

Dieser Vers existiert in dieser Textausgabe nicht.

25A

Dieser Vers existiert in dieser Textausgabe nicht.

26A

Dieser Vers existiert in dieser Textausgabe nicht.

27A

Dieser Vers existiert in dieser Textausgabe nicht.

28Οἱ δὲ παράνομοι ἄνδρες ἀπέστρεψαν ἀπειλοῦντες ἐν ἑαυτοῖς καὶ ἐνεδρεύοντες ἵνα θανατώσουσιν αὐτήν· καὶ ἐλθόντες ἐπὶ τὴν συναγωγὴν τῆς πόλεως, οὗ παρῳκοῦσαν, καὶ συνήδρευσαν οἱ ὄντες ἐκεῖ πάντες οἱ υἱοὶ Ισραηλ·

29καὶ ἀναστάντες οἱ δύο πρεσβύτεροι καὶ κριταὶ εἶπαν ᾿Αποστείλατε ἐπὶ Σουσανναν θυγατέρα Χελκιου, ἥτις ἐστὶ γυνὴ Ιωακιμ· οἱ δὲ εὐθέως ἐκάλεσαν αὐτήν.

30ὡς δὲ παρεγενήθη ἡ γυνὴ σὺν τῷ πατρὶ ἑαυτῆς καὶ τῇ μητρί, καὶ οἱ παῖδες καὶ αἱ παιδίσκαι αὐτῆς ὄντες τὸν ἀριθμὸν πεντακόσιοι παρεγένοντο καὶ τὰ παιδία Σουσαννας τέσσαρα·

31ἦν δὲ ἡ γυνὴ τρυφερὰ σφόδρα.

32καὶ προσέταξαν οἱ παράνομοι ἀποκαλύψαι αὐτήν, ἵνα ἐμπλησθῶσι κάλλους ἐπιθυμίας αὐτῆς·

33καὶ ἐκλαίοσαν οἱ παρ᾽ αὐτῆς πάντες καὶ ὅσοι αὐτὴν ᾔδεισαν πάντες.

34ἀναστάντες δὲ οἱ πρεσβύτεροι καὶ κριταὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τῆς κεφαλῆς αὐτῆς·

35ἡ δὲ καρδία αὐτῆς ἐπεποίθει ἐπὶ κυρίῳ τῷ θεῷ αὐτῆς, καὶ ἀνακύψασα ἔκλαυσεν ἐν ἑαυτῇ λέγουσα

35aΚύριε ὁ θεὸς ὁ αἰώνιος ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ οἶδας ὅτι οὐκ ἐποίησα ἃ πονηρεύονται οἱ ἄνομοι οὗτοι ἐπ᾽ ἐμοί. καὶ εἰσήκουσε κύριος τῆς δεήσεως αὐτῆς.

36οἱ δὲ δύο πρεσβύτεροι εἶπαν ῾Ημεῖς περιεπατοῦμεν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς

37καὶ κυκλοῦντες τὸ στάδιον εἴδομεν ταύτην ἀναπαυομένην μετὰ ἀνδρὸς καὶ στάντες ἐθεωροῦμεν αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις,

38καὶ αὐτοὶ οὐκ ᾔδεισαν ὅτι εἱστήκειμεν. τότε συνειπάμεθα ἀλλήλοις λέγοντες Μάθωμεν τίνες εἰσὶν οὗτοι.

39καὶ προσελθόντες ἐπέγνωμεν αὐτήν, ὁ δὲ νεανίσκος ἔφυγε συγκεκαλυμμένος,

40ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν αὐτήν Τίς ὁ ἄνθρωπος;

41καὶ οὐκ ἀπήγγειλεν ἡμῖν, τίς ἦν. ταῦτα μαρτυροῦμεν. καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ πᾶσα ὡς πρεσβυτέρων ὄντων καὶ κριτῶν τοῦ λαοῦ.

42A

Dieser Vers existiert in dieser Textausgabe nicht.

43A

Dieser Vers existiert in dieser Textausgabe nicht.

44-45Καὶ ἰδοὺ ἄγγελος κυρίου ἐκείνης ἐξαγομένης ἀπολέσθαι, καὶ ἔδωκεν ὁ ἄγγελος, καθὼς προσετάγη, πνεῦμα συνέσεως νεωτέρῳ ὄντι Δανιηλ.

46A

Dieser Vers existiert in dieser Textausgabe nicht.

47A

Dieser Vers existiert in dieser Textausgabe nicht.

48διαστείλας δὲ Δανιηλ τὸν ὄχλον καὶ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν Οὕτως μωροί, υἱοὶ Ισραηλ; οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφὲς ἐπιγνόντες ἀπεκρίνατε θυγατέρα Ισραηλ;

49A

Dieser Vers existiert in dieser Textausgabe nicht.

50A

Dieser Vers existiert in dieser Textausgabe nicht.

51καὶ νῦν διαχωρίσατέ μοι αὐτοὺς ἀπ᾽ ἀλλήλων μακράν, ἵνα ἐτάσω αὐτούς.

52ὡς δὲ διεχωρίσθησαν, εἶπεν Δανιηλ τῇ συναγωγῇ Νῦν μὴ βλέψητε ὅτι οὗτοί εἰσι πρεσβύτεροι, λέγοντες Οὐ μὴ ψεύσωνται· ἀλλὰ ἀνακρινῶ αὐτοὺς κατὰ τὰ ὑποπίπτοντά μοι. καὶ ἐκάλεσε τὸν ἕνα αὐτῶν, καὶ προσήγαγον τὸν πρεσβύτερον τῷ νεωτέρῳ, καὶ εἶπεν αὐτῷ Δανιηλ ῎Ακουε ἄκουε, πεπαλαιωμένε ἡμερῶν κακῶν· νῦν ἥκασί σου αἱ ἁμαρτίαι, ἃς ἐποίεις τὸ πρότερον

53πιστευθεὶς ἀκούειν καὶ κρίνειν κρίσεις θάνατον ἐπιφερούσας καὶ τὸν μὲν ἀθῷον κατέκρινας, τοὺς δὲ ἐνόχους ἠφίεις, τοῦ κυρίου λέγοντος ᾿Αθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·

54νῦν οὖν ὑπὸ τί δένδρον καὶ ποταπῷ τοῦ παραδείσου τόπῳ ἑώρακας αὐτοὺς ὄντας σὺν ἑαυτοῖς; καὶ εἶπεν ὁ ἀσεβής ῾Υπὸ σχῖνον.

55εἶπεν δὲ ὁ νεώτερος ᾿Ορθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ ψυχήν· ὁ γὰρ ἄγγελος κυρίου σχίσει σου τὴν ψυχὴν σήμερον.

56καὶ τοῦτον μεταστήσας εἶπε προσαγαγεῖν αὐτῷ τὸν ἕτερον· καὶ τούτῳ δὲ εἶπεν Διὰ τί διεστραμμένον τὸ σπέρμα σου, ὡς Σιδῶνος καὶ οὐχ ὡς Ιουδα; τὸ κάλλος σε ἠπάτησεν, ἡ μιαρὰ ἐπιθυμία·

57καὶ οὕτως ἐποιεῖτε θυγατράσιν Ισραηλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμιλοῦσαν ὑμῖν, ἀλλ᾽ οὐ θυγάτηρ Ιουδα ὑπέμεινε τὴν νόσον ὑμῶν ἐν ἀνομίᾳ ὑπενεγκεῖν·

58νῦν οὖν λέγε μοι ῾Υπὸ τί δένδρον καὶ ἐν ποίῳ τοῦ κήπου τόπῳ κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν ῾Υπὸ πρῖνον.

59καὶ εἶπεν Δανιηλ ῾Αμαρτωλέ, νῦν ὁ ἄγγελος κυρίου τὴν ῥομφαίαν ἕστηκεν ἔχων, ἕως ὁ λαὸς ἐξολεθρεύσει ὑμᾶς, ἵνα καταπρίσῃ σε.

60-62καὶ πᾶσα ἡ συναγωγὴ ἀνεβόησεν ἐπὶ τῷ νεωτέρῳ, ὡς ἐκ τοῦ ἰδίου στόματος ὁμολόγους αὐτοὺς κατέστησεν ἀμφοτέρους ψευδομάρτυρας· καὶ ὡς ὁ νόμος διαγορεύει, ἐποίησαν αὐτοῖς, καθὼς ἐπονηρεύσαντο κατὰ τῆς ἀδελφῆς. καὶ ἐφίμωσαν αὐτοὺς καὶ ἐξαγαγόντες ἔρριψαν εἰς φάραγγα· τότε ὁ ἄγγελος κυρίου ἔρριψε πῦρ διὰ μέσου αὐτῶν. καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

63Διὰ τοῦτο οἱ νεώτεροι ἀγαπητοὶ Ιακωβ ἐν τῇ ἁπλότητι αὐτῶν. καὶ ἡμεῖς φυλασσώμεθα εἰς υἱοὺς δυνατοὺς νεωτέρους· εὐσεβήσουσι γὰρ νεώτεροι, καὶ ἔσται ἐν αὐτοῖς πνεῦμα ἐπιστήμης καὶ συνέσεως εἰς αἰῶνα αἰῶνος.