academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ ΣΟΛΟΜΩΝΤΟΣ
  • PsSal 1

1

1᾿Εβόησα πρὸς κύριον ἐν τῷ θλίβεσθαί με εἰς τέλος,

πρὸς τὸν θεὸν ἐν τῷ ἐπιθέσθαι ἁμαρτωλούς·

2ἐξάπινα ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου·

εἶπα ᾿Επακούσεταί μου, ὅτι ἐπλήσθην δικαιοσύνης.

3ἐλογισάμην ἐν καρδίᾳ μου ὅτι ἐπλήσθην δικαιοσύνης

ἐν τῷ εὐθηνῆσαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις.

4ὁ πλοῦτος αὐτῶν διεδόθη εἰς πᾶσαν τὴν γῆν

καὶ ἡ δόξα αὐτῶν ἕως ἐσχάτου τῆς γῆς.

5ὑψώθησαν ἕως τῶν ἄστρων,

εἶπαν Οὐ μὴ πέσωσιν·

6καὶ ἐξύβρισαν ἐν τοῖς ἀγαθοῖς αὐτῶν

καὶ οὐκ ἤνεγκαν.

7αἱ ἁμαρτίαι αὐτῶν ἐν ἀποκρύφοις,

καὶ ἐγὼ οὐκ ᾔδειν·

8αἱ ἀνομίαι αὐτῶν ὑπὲρ τὰ πρὸ αὐτῶν ἔθνη,

ἐβεβήλωσαν τὰ ἅγια κυρίου ἐν βεβηλώσει.