academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Βʹ
  • 2.Chr 14

14

1καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον κυρίου θεοῦ αὐτοῦ.

2καὶ ἀπέστησεν τὰ θυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλὰ καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξέκοψεν τὰ ἄλση

3καὶ εἶπεν τῷ Ιουδα ἐκζητῆσαι τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν καὶ ποιῆσαι τὸν νόμον καὶ τὰς ἐντολάς.

4καὶ ἀπέστησεν ἀπὸ πασῶν τῶν πόλεων Ιουδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα. καὶ εἰρήνευσεν·

5πόλεις τειχήρεις ἐν γῇ Ιουδα, ὅτι εἰρήνευσεν ἡ γῆ· καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσιν τούτοις, ὅτι κατέπαυσεν αὐτῷ κύριος.

6καὶ εἶπεν τῷ Ιουδα Οἰκοδομήσωμεν τὰς πόλεις ταύτας καὶ ποιήσωμεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλοὺς ἐν ᾧ τῆς γῆς κυριεύσομεν, ὅτι καθὼς ἐξεζητήσαμεν κύριον θεὸν ἡμῶν, ἐξεζήτησεν ἡμᾶς καὶ κατέπαυσεν ἡμᾶς κυκλόθεν καὶ εὐόδωσεν ἡμῖν.

7καὶ ἐγένετο τῷ Ασα δύναμις ὁπλοφόρων αἰρόντων θυρεοὺς καὶ δόρατα ἐν γῇ Ιουδα τριακόσιαι χιλιάδες καὶ ἐν γῇ Βενιαμιν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ πεντήκοντα χιλιάδες, πάντες οὗτοι πολεμισταὶ δυνάμεως.

8Καὶ ἐξῆλθεν ἐπ᾽ αὐτοὺς Ζαρε ὁ Αἰθίοψ ἐν δυνάμει, ἐν χιλίαις χιλιάσιν καὶ ἅρμασιν τριακοσίοις, καὶ ἦλθεν ἕως Μαρισα.

9καὶ ἐξῆλθεν Ασα εἰς συνάντησιν αὐτῷ καὶ παρετάξατο πόλεμον ἐν τῇ φάραγγι κατὰ βορρᾶν Μαρισης.

10καὶ ἐβόησεν Ασα πρὸς κύριον θεὸν αὐτοῦ καὶ εἶπεν Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σῴζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις· κατίσχυσον ἡμᾶς, κύριε ὁ θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποίθαμεν καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθαμεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο· κύριε ὁ θεὸς ἡμῶν, μὴ κατισχυσάτω πρὸς σὲ ἄνθρωπος.

11καὶ ἐπάταξεν κύριος τοὺς Αἰθίοπας ἐναντίον Ιουδα, καὶ ἔφυγον οἱ Αἰθίοπες·

12καὶ κατεδίωξεν Ασα καὶ ὁ λαὸς αὐτοῦ ἕως Γεδωρ, καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν, ὅτι συνετρίβησαν ἐνώπιον κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ· καὶ ἐσκύλευσαν σκῦλα πολλά.

13καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδωρ, ὅτι ἐγενήθη ἔκστασις κυρίου ἐπ᾽ αὐτούς, καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτῶν, ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς·

14καί γε σκηνὰς κτήσεων, τοὺς Αμαζονεῖς, ἐξέκοψαν καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ.