• Share on Facebook
  • Twitter verse
  • ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Βʹ
  • 2.Chr 36

36

1Καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ιωαχαζ υἱὸν Ιωσιου καὶ ἔχρισαν αὐτὸν καὶ κατέστησαν αὐτὸν εἰς βασιλέα ἀντὶ τοῦ πατρὸς αὐτοῦ ἐν Ιερουσαλημ.

2υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν Ιωαχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ,

2aκαὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Αμιταλ θυγάτηρ Ιερεμιου ἐκ Λοβενα.

2bκαὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου κατὰ πάντα, ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ.

2cκαὶ ἔδησεν αὐτὸν Φαραω Νεχαω ἐν Δεβλαθα ἐν γῇ Εμαθ τοῦ μὴ βασιλεύειν αὐτὸν ἐν Ιερουσαλημ,

3καὶ μετήγαγεν αὐτὸν ὁ βασιλεὺς εἰς Αἴγυπτον, καὶ ἐπέβαλεν φόρον ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου.

4καὶ κατέστησεν Φαραω Νεχαω τὸν Ελιακιμ υἱὸν Ιωσιου βασιλέα Ιουδα ἀντὶ Ιωσιου τοῦ πατρὸς αὐτοῦ καὶ μετέστρεψεν τὸ ὄνομα αὐτοῦ Ιωακιμ· καὶ τὸν Ιωαχαζ ἀδελφὸν αὐτοῦ ἔλαβεν Φαραω Νεχαω καὶ εἰσήγαγεν αὐτὸν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ.

4aκαὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκαν τῷ Φαραω· τότε ἤρξατο ἡ γῆ φορολογεῖσθαι τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα Φαραω, καὶ ἕκαστος κατὰ δύναμιν ἀπῄτει τὸ ἀργύριον καὶ τὸ χρυσίον παρὰ τοῦ λαοῦ τῆς γῆς δοῦναι τῷ Φαραω Νεχαω.

5῍Ων εἴκοσι καὶ πέντε ἐτῶν Ιωακιμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχωρα θυγάτηρ Νηριου ἐκ Ραμα. καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου κατὰ πάντα, ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.

5aἐν ταῖς ἡμέραις αὐτοῦ ἦλθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς τὴν γῆν, καὶ ἦν αὐτῷ δουλεύων τρία ἔτη καὶ ἀπέστη ἀπ᾽ αὐτοῦ.

5bκαὶ ἀπέστειλεν κύριος ἐπ᾽ αὐτοὺς τοὺς Χαλδαίους καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβιτῶν καὶ υἱῶν Αμμων καὶ τῆς Σαμαρείας, καὶ ἀπέστησαν μετὰ τὸν λόγον τοῦτον κατὰ τὸν λόγον κυρίου ἐν χειρὶ τῶν παίδων αὐτοῦ τῶν προφητῶν.

5cπλὴν θυμὸς κυρίου ἦν ἐπὶ Ιουδαν τοῦ ἀποστῆσαι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ διὰ τὰς ἁμαρτίας Μανασση ἐν πᾶσιν, οἷς ἐποίησεν,

5dκαὶ ἐν αἵματι ἀθῴῳ, ᾧ ἐξέχεεν Ιωακιμ καὶ ἔπλησεν τὴν Ιερουσαλημ αἵματος ἀθῴου, καὶ οὐκ ἠθέλησεν κύριος ἐξολεθρεῦσαι αὐτούς.

6καὶ ἀνέβη ἐπ᾽ αὐτὸν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἔδησεν αὐτὸν ἐν χαλκαῖς πέδαις καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυλῶνα.

7καὶ μέρος τῶν σκευῶν οἴκου κυρίου ἀπήνεγκεν εἰς Βαβυλῶνα καὶ ἔθηκεν αὐτὰ ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι.

8καὶ τὰ λοιπὰ τῶν λόγων Ιωακιμ καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; καὶ ἐκοιμήθη Ιωακιμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Γανοζα μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ιεχονιας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

9Υἱὸς ὀκτωκαίδεκα ἐτῶν Ιεχονιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον καὶ δέκα ἡμέρας ἐβασίλευσεν ἐν Ιερουσαλημ. καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου.

10καὶ ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ ἀπέστειλεν ὁ βασιλεὺς Ναβουχοδονοσορ καὶ εἰσήνεγκεν αὐτὸν εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν τῶν ἐπιθυμητῶν οἴκου κυρίου καὶ ἐβασίλευσεν Σεδεκιαν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ ἐπὶ Ιουδαν καὶ Ιερουσαλημ.

11᾿Ετῶν εἴκοσι ἑνὸς Σεδεκιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ.

12καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου θεοῦ αὐτοῦ, οὐκ ἐνετράπη ἀπὸ προσώπου Ιερεμιου τοῦ προφήτου καὶ ἐκ στόματος κυρίου

13ἐν τῷ τὰ πρὸς τὸν βασιλέα Ναβουχοδονοσορ ἀθετῆσαι ἃ ὥρκισεν αὐτὸν κατὰ τοῦ θεοῦ καὶ ἐσκλήρυνεν τὸν τράχηλον αὐτοῦ καὶ τὴν καρδίαν αὐτοῦ κατίσχυσεν τοῦ μὴ ἐπιστρέψαι πρὸς κύριον θεὸν Ισραηλ.

14καὶ πάντες οἱ ἔνδοξοι Ιουδα καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς τῆς γῆς ἐπλήθυναν τοῦ ἀθετῆσαι ἀθετήματα βδελυγμάτων ἐθνῶν καὶ ἐμίαναν τὸν οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ.

15καὶ ἐξαπέστειλεν κύριος ὁ θεὸς τῶν πατέρων αὐτῶν ἐν χειρὶ προφητῶν ὀρθρίζων καὶ ἀποστέλλων τοὺς ἀγγέλους αὐτοῦ, ὅτι ἦν φειδόμενος τοῦ λαοῦ αὐτοῦ καὶ τοῦ ἁγιάσματος αὐτοῦ·

16καὶ ἦσαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐξουδενοῦντες τοὺς λόγους αὐτοῦ καὶ ἐμπαίζοντες ἐν τοῖς προφήταις αὐτοῦ, ἕως ἀνέβη ὁ θυμὸς κυρίου ἐν τῷ λαῷ αὐτοῦ, ἕως οὐκ ἦν ἴαμα.

17καὶ ἤγαγεν ἐπ᾽ αὐτοὺς βασιλέα Χαλδαίων, καὶ ἀπέκτεινεν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκιου καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησαν καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον· τὰ πάντα παρέδωκεν ἐν χερσὶν αὐτῶν.

18καὶ πάντα τὰ σκεύη οἴκου θεοῦ τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τοὺς θησαυροὺς καὶ πάντας τοὺς θησαυροὺς βασιλέως καὶ μεγιστάνων, πάντα εἰσήνεγκεν εἰς Βαβυλῶνα.

19καὶ ἐνέπρησεν τὸν οἶκον κυρίου καὶ κατέσκαψεν τὸ τεῖχος Ιερουσαλημ καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρὶ καὶ πᾶν σκεῦος ὡραῖον εἰς ἀφανισμόν.

20καὶ ἀπῴκισεν τοὺς καταλοίπους εἰς Βαβυλῶνα, καὶ ἦσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Μήδων

21τοῦ πληρωθῆναι λόγον κυρίου διὰ στόματος Ιερεμιου ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι· πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς ἐσαββάτισεν εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα.

22῎Ετους πρώτου Κύρου βασιλέως Περσῶν μετὰ τὸ πληρωθῆναι ῥῆμα κυρίου διὰ στόματος Ιερεμιου ἐξήγειρεν κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλεν κηρύξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων

23Τάδε λέγει Κῦρος βασιλεὺς Περσῶν Πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέν μοι κύριος ὁ θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ιερουσαλημ ἐν τῇ Ιουδαίᾳ. τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ; ἔσται ὁ θεὸς αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ ἀναβήτω.