academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΙΩΒ
  • Hiob 20

20

1῾Υπολαβὼν δὲ Σωφαρ ὁ Μιναῖος λέγει

2Οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα, καὶ οὐχὶ συνίετε μᾶλλον ἢ καὶ ἐγώ. *

3παιδείαν ἐντροπῆς μου ἀκούσομαι, *καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκρίνεταί μοι. *

4μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι‡ ἀφ᾽ οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς;

5εὐφροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δὲ παρανόμων ἀπώλεια,

6ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα, ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται.

7ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται· οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσιν Ποῦ ἐστιν;

8ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν. *

9ὀφθαλμὸς παρέβλεψεν καὶ οὐ προσθήσει, *καὶ οὐκέτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ.‡

10τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας. *

11ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ, *καὶ μετ᾽ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται. *

12ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία, *κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ· *

13οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν *καὶ συνέξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ.‡

14καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ· *χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ.‡

15πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεσθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος.

16θυμὸν δὲ δρακόντων θηλάσειεν, ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως.

17μὴ ἴδοι ἄμελξιν νομάδων μηδὲ νομὰς μέλιτος καὶ βουτύρου.

18εἰς κενὰ καὶ μάταια ἐκοπίασεν πλοῦτον, ἐξ οὗ οὐ γεύσεται, ὥσπερ στρίφνος ἀμάσητος ἀκατάποτος.

19πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν, δίαιταν δὲ ἥρπασεν καὶ οὐκ ἔστησεν.

20οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν, *ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται. *

21οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ·‡ διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά.

22ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ᾽ αὐτὸν ἐπελεύσεται. *

23εἴ πως πληρώσαι γαστέρα αὐτοῦ,‡ ἐπαποστείλαι ἐπ᾽ αὐτὸν θυμὸν ὀργῆς, νίψαι ἐπ᾽ αὐτὸν ὀδύνας·

24καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, τρώσαι αὐτὸν τόξον χάλκειον·

25διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος, ἀστραπαὶ δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν· *ἐπ᾽ αὐτῷ φόβοι.‡

26πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι· κατέδεται αὐτὸν πῦρ ἄκαυστον, κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον.

27ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας, γῆ δὲ ἐπανασταίη αὐτῷ.

28ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος, ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ.

29αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου.