academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΙΩΒ
  • Hiob 21

21

1῾Υπολαβὼν δὲ Ιωβ λέγει

2᾿Ακούσατε ἀκούσατέ μου τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρ᾽ ὑμῶν αὕτη ἡ παράκλησις.

3ἄρατέ με, ἐγὼ δὲ λαλήσω, εἶτ᾽ οὐ καταγελάσετέ μου.

4τί γάρ; μὴ ἀνθρώπου μου ἡ ἔλεγξις; ἢ διὰ τί οὐ θυμωθήσομαι;

5εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσατε χεῖρα θέντες ἐπὶ σιαγόνι.

6ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα, ἔχουσιν δέ μου τὰς σάρκας ὀδύναι.

7διὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ;

8ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς.

9οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ, μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐπ᾽ αὐτοῖς.

10ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν, διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν.

11μένουσιν δὲ ὡς πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν

12ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ.

13συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν.

14λέγει δὲ κυρίῳ ᾿Απόστα ἀπ᾽ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι· *

15τί ἱκανός, ὅτι δουλεύσομεν αὐτῷ; *καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ;‡

16ἐν χερσὶν γὰρ ἦν αὐτῶν τὰ ἀγαθά, ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ.

17οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται, ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή, ὠδῖνες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς.

18ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου ἢ ὥσπερ κονιορτός, ὃν ὑφείλατο λαῖλαψ.

19ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ· *ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται.‡

20ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, ἀπὸ δὲ κυρίου μὴ διασωθείη· *

21ὅτι τί θέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετ᾽ αὐτόν; *καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν.‡

22πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; αὐτὸς δὲ φόνους διακρινεῖ. *

23οὗτος ἀποθανεῖται ἐν κράτει ἁπλοσύνης αὐτοῦ, *ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν·‡

24τὰ δὲ ἔγκατα αὐτοῦ πλήρη στέατος, μυελὸς δὲ αὐτοῦ διαχεῖται.

25ὁ δὲ τελευτᾷ ὑπὸ πικρίας ψυχῆς οὐ φαγὼν οὐδὲν ἀγαθόν.

26ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται, σαπρία δὲ αὐτοὺς ἐκάλυψεν.

27ὥστε οἶδα ὑμᾶς ὅτι τόλμῃ ἐπίκεισθέ μοι· *

28ὅτι ἐρεῖτε Ποῦ ἐστιν οἶκος ἄρχοντος; *καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν; *

29ἐρωτήσατε παραπορευομένους ὁδόν, *καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε· *

30ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός, *εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσονται. *

31τίς ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ; *καὶ αὐτὸς ἐποίησεν, τίς ἀνταποδώσει αὐτῷ; *

32καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη *καὶ ἐπὶ σορῷ ἠγρύπνησεν. *

33ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου, *καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται, *καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι.‡

34πῶς δὲ παρακαλεῖτέ με κενά; τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφ᾽ ὑμῶν οὐδέν.