academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΙΩΒ
  • Hiob 26

26

1῾Υπολαβὼν δὲ Ιωβ λέγει

2Τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν;

πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων κραταιός ἐστιν;

3τίνι συμβεβούλευσαι; οὐχ ᾧ πᾶσα σοφία;

ἢ τίνι ἐπακολουθήσεις; οὐχ ᾧ μεγίστη δύναμις;

4τίνι ἀνήγγειλας ῥήματα;

πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ;

5*μὴ γίγαντες μαιωθήσονται

*ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ;

6*γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ,

*καὶ οὐκ ἔστιν περιβόλαιον τῇ ἀπωλείᾳ.

7*ἐκτείνων βορέαν ἐπ᾽ οὐδέν,

*κρεμάζων γῆν ἐπὶ οὐδενός·

8*δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ,

*καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ·

9*ὁ κρατῶν πρόσωπον θρόνου,

*ἐκπετάζων ἐπ᾽ αὐτὸν νέφος αὐτοῦ.

10*πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος

*μέχρι συντελείας φωτὸς μετὰ σκότους.

11*στῦλοι οὐρανοῦ ἐπετάσθησαν

*καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ.‡

12ἰσχύι κατέπαυσεν τὴν θάλασσαν,

ἐπιστήμῃ δὲ ἔτρωσε τὸ κῆτος·

13κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν,

προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην.

14*ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ,

*καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ·‡

σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει;