academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΙΩΒ
  • Hiob 35

35

1῾Υπολαβὼν δὲ Ελιους λέγει

2Τί τοῦτο ἡγήσω ἐν κρίσει; σὺ τίς εἶ ὅτι εἶπας Δίκαιός εἰμι ἔναντι κυρίου;

3ἢ ἐρεῖς Τί ποιήσω ἁμαρτών;

4ἐγὼ σοὶ δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶν φίλοις σου.

5ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ, κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ.

6εἰ ἥμαρτες, τί πράξεις; εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι;

7ἐπεὶ δὲ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ; *ἢ τί ἐκ χειρός σου λήμψεται; *

8ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου, *καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου. *

9ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, *βοήσονται ἀπὸ βραχίονος πολλῶν. *

10καὶ οὐκ εἶπεν Ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με,‡ ὁ κατατάσσων φυλακὰς νυκτερινάς,

11ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν οὐρανοῦ; *

12ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ‡ καὶ ἀπὸ ὕβρεως πονηρῶν.

13ἄτοπα γὰρ οὐ βούλεται ὁ κύριος ἰδεῖν· αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστιν

14τῶν συντελούντων τὰ ἄνομα καὶ σώσει με. κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αἰνέσαι αὐτόν, ὡς ἔστιν. *

15καὶ νῦν, ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος, ὀργὴν αὐτοῦ *καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα· *

16καὶ Ιωβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, *ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει.‡