academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΙΩΒ
  • Hiob 37

37

1*καὶ ταύτης ἐταράχθη ἡ καρδία μου

*καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς.

2*ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ κυρίου,

*καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται.

3*ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἀρχὴ αὐτοῦ,

*καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς.

4*ὀπίσω αὐτοῦ βοήσεται φωνή,

*βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ,

*καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσει φωνὴν αὐτοῦ.

5*βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια·‡

ἐποίησεν γὰρ μεγάλα, ἃ οὐκ ᾔδειμεν,

6συντάσσων χιόνι Γίνου ἐπὶ τῆς γῆς·

*καὶ χειμὼν ὑετός, καὶ χειμὼν ὑετῶν δυναστείας αὐτοῦ.

7*ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει,‡

ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν.

8εἰσῆλθεν δὲ θηρία ὑπὸ σκέπην,

ἡσύχασαν δὲ ἐπὶ κοίτης.

9ἐκ ταμιείων ἐπέρχονται δῖναι,

ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος. *

10καὶ ἀπὸ πνοῆς ἰσχυροῦ δώσει πάγος,‡

οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται·

11*καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη,

*διασκορπιεῖ νέφος φῶς αὐτοῦ. *

12καὶ αὐτὸς κυκλώματα διαστρέψει

*ἐν θεεβουλαθω εἰς ἔργα αὐτῶν·

*πάντα, ὅσα ἂν ἐντείληται αὐτοῖς,‡

ταῦτα συντέτακται παρ᾽ αὐτοῦ ἐπὶ τῆς γῆς,

13*ἐὰν εἰς παιδείαν, ἐὰν εἰς τὴν γῆν αὐτοῦ,

*ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν.‡

14ἐνωτίζου ταῦτα, Ιωβ·

στῆθι νουθετοῦ δύναμιν κυρίου.

15οἴδαμεν ὅτι ὁ θεὸς ἔθετο ἔργα αὐτοῦ

φῶς ποιήσας ἐκ σκότους.

16ἐπίσταται δὲ διάκρισιν νεφῶν,

ἐξαίσια δὲ πτώματα πονηρῶν.

17σοῦ δὲ ἡ στολὴ θερμή·

ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς.

18*στερεώσεις μετ᾽ αὐτοῦ εἰς παλαιώματα,

*ἰσχυραὶ ὡς ὅρασις ἐπιχύσεως.‡

19διὰ τί; δίδαξόν με τί ἐροῦμεν αὐτῷ·

καὶ παυσώμεθα πολλὰ λέγοντες.

20μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν,

ἵνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω;

21πᾶσιν δ᾽ οὐχ ὁρατὸν τὸ φῶς,

*τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν,‡

ὥσπερ τὸ παρ᾽ αὐτοῦ ἐπὶ νεφῶν.

22ἀπὸ βορρᾶ νέφη χρυσαυγοῦντα·

ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ τιμὴ παντοκράτορος.

23καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύι αὐτοῦ·

ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει ἐπακούειν αὐτόν;

24διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωποι,

φοβηθήσονται δὲ αὐτὸν καὶ οἱ σοφοὶ καρδίᾳ.