academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 101

101

1Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ.

2Εἰσάκουσον, κύριε, τῆς προσευχῆς μου,

καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθάτω.

3μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ·

ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον τὸ οὖς σου πρός με·

ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ εἰσάκουσόν μου.

4ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου,

καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν.

5ἐπλήγη ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου,

ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου.

6ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου

ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου.

7ὡμοιώθην πελεκᾶνι ἐρημικῷ,

ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ,

8ἠγρύπνησα καὶ ἐγενήθην

ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι.

9ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου,

καὶ οἱ ἐπαινοῦντές με κατ᾽ ἐμοῦ ὤμνυον.

10ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον

καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων

11ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου,

ὅτι ἐπάρας κατέρραξάς με.

12αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν,

καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνθην.

13σὺ δέ, κύριε, εἰς τὸν αἰῶνα μένεις,

καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.

14σὺ ἀναστὰς οἰκτιρήσεις τὴν Σιων,

ὅτι καιρὸς τοῦ οἰκτιρῆσαι αὐτήν, ὅτι ἥκει καιρός·

15ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς

καὶ τὸν χοῦν αὐτῆς οἰκτιρήσουσιν.

16καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομα κυρίου

καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου,

17ὅτι οἰκοδομήσει κύριος τὴν Σιων

καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ.

18ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν

καὶ οὐκ ἐξουδένωσεν τὴν δέησιν αὐτῶν.

19γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν,

καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον,

20ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ,

κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν

21τοῦ ἀκοῦσαι τὸν στεναγμὸν τῶν πεπεδημένων,

τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων,

22τοῦ ἀναγγεῖλαι ἐν Σιων τὸ ὄνομα κυρίου

καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ιερουσαλημ

23ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ

καὶ βασιλείας τοῦ δουλεύειν τῷ κυρίῳ.

24ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ

Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι·

25μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου,

ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου.

26κατ᾽ ἀρχὰς σύ, κύριε, τὴν γῆν ἐθεμελίωσας,

καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·

27αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς,

καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,

καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτούς, καὶ ἀλλαγήσονται·

28σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.

29οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσιν,

καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται.