academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 106

106

1Αλληλουια.

᾿Εξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

2εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου,

οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ.

3ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς

ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης.

4ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ,

ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον

5πεινῶντες καὶ διψῶντες,

ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπεν·

6καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς,

καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐρρύσατο αὐτοὺς

7καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν

τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου.

8ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ

καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων,

9ὅτι ἐχόρτασεν ψυχὴν κενὴν

καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν.—

10καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου,

πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ,

11ὅτι παρεπίκραναν τὰ λόγια τοῦ θεοῦ

καὶ τὴν βουλὴν τοῦ ὑψίστου παρώξυναν,

12καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν,

ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν·

13καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς,

καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτοὺς

14καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου

καὶ τοὺς δεσμοὺς αὐτῶν διέρρηξεν.

15ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ

καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων,

16ὅτι συνέτριψεν πύλας χαλκᾶς

καὶ μοχλοὺς σιδηροῦς συνέκλασεν.—

17ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν,

διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν·

18πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν,

καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου·

19καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς,

καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς,

20ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς

καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.

21ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ

καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων

22καὶ θυσάτωσαν θυσίαν αἰνέσεως

καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει.—

23οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις

ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς,

24αὐτοὶ εἴδοσαν τὰ ἔργα κυρίου

καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ·

25εἶπεν, καὶ ἔστη πνεῦμα καταιγίδος,

καὶ ὑψώθη τὰ κύματα αὐτῆς·

26ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν

καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων,

ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο,

27ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων,

καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη·

28καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς,

καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτοὺς

29καὶ ἐπέταξεν τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν,

καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς·

30καὶ εὐφράνθησαν, ὅτι ἡσύχασαν,

καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτῶν.

31ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ

καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων,

32ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ

καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν.—

33ἔθετο ποταμοὺς εἰς ἔρημον

καὶ διεξόδους ὑδάτων εἰς δίψαν,

34γῆν καρποφόρον εἰς ἅλμην

ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.

35ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων

καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων

36καὶ κατῴκισεν ἐκεῖ πεινῶντας,

καὶ συνεστήσαντο πόλιν κατοικεσίας

37καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας

καὶ ἐποίησαν καρπὸν γενήματος,

38καὶ εὐλόγησεν αὐτούς, καὶ ἐπληθύνθησαν σφόδρα,

καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν.

39καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν

ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης.

40ἐξεχύθη ἐξουδένωσις ἐπ᾽ ἄρχοντας,

καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ.

41καὶ ἐβοήθησεν πένητι ἐκ πτωχείας

καὶ ἔθετο ὡς πρόβατα πατριάς.

42ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται,

καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς.

43τίς σοφὸς καὶ φυλάξει ταῦτα

καὶ συνήσουσιν τὰ ἐλέη τοῦ κυρίου;