academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 107

107

1᾿Οιδὴ ψαλμοῦ τῷ Δαυιδ.

2῾Ετοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου,

ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου.

3ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα·

ἐξεγερθήσομαι ὄρθρου.

4ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε,

καὶ ψαλῶ σοι ἐν ἔθνεσιν,

5ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου

καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.

6ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός,

καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

7ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου,

σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου.

8ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ

῾Υψωθήσομαι καὶ διαμεριῶ Σικιμα

καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω·

9ἐμός ἐστιν Γαλααδ, καὶ ἐμός ἐστιν Μανασση,

καὶ Εφραιμ ἀντίλημψις τῆς κεφαλῆς μου,

Ιουδας βασιλεύς μου·

10Μωαβ λέβης τῆς ἐλπίδος μου,

ἐπὶ τὴν Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου,

ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.

11τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;

τίς ὁδηγήσει με ἕως τῆς Ιδουμαίας;

12οὐχὶ σύ, ὁ θεός, ὁ ἀπωσάμενος ἡμᾶς;

καὶ οὐκ ἐξελεύσῃ, ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν.

13δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως·

καὶ ματαία σωτηρία ἀνθρώπου.

14ἐν τῷ θεῷ ποιήσομεν δύναμιν,

καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.