academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 114

114

1Αλληλουια.

᾿Ηγάπησα, ὅτι εἰσακούσεται κύριος

τῆς φωνῆς τῆς δεήσεώς μου,

2ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί,

καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.

3περιέσχον με ὠδῖνες θανάτου,

κίνδυνοι ᾅδου εὕροσάν με·

θλῖψιν καὶ ὀδύνην εὗρον.

4καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην

῏Ω κύριε, ῥῦσαι τὴν ψυχήν μου.

5ἐλεήμων ὁ κύριος καὶ δίκαιος,

καὶ ὁ θεὸς ἡμῶν ἐλεᾷ.

6φυλάσσων τὰ νήπια ὁ κύριος·

ἐταπεινώθην, καὶ ἔσωσέν με.

7ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου,

ὅτι κύριος εὐηργέτησέν σε,

8ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου,

τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων

καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.

9εὐαρεστήσω ἐναντίον κυρίου ἐν χώρᾳ ζώντων.