academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 12

12

1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.

2῞Εως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;

ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ;

3ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου,

ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας;

ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾽ ἐμέ;

4ἐπίβλεψον, εἰσάκουσόν μου, κύριε ὁ θεός μου·

φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον,

5μήποτε εἴπῃ ὁ ἐχθρός μου ῎Ισχυσα πρὸς αὐτόν·

οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ.

6ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα,

ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου·

ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με

καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου.