academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 123

123

1᾿Οιδὴ τῶν ἀναβαθμῶν.

Εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν,

εἰπάτω δὴ Ισραηλ,

2εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν

ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾽ ἡμᾶς,

3ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς

ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ᾽ ἡμᾶς·

4ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς,

χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν·

5ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν

τὸ ὕδωρ τὸ ἀνυπόστατον.

6εὐλογητὸς κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς

εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.

7ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη

ἐκ τῆς παγίδος τῶν θηρευόντων·

ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσθημεν.

8ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι κυρίου

τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.