academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 125

125

1᾿Οιδὴ τῶν ἀναβαθμῶν.

᾿Εν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιων

ἐγενήθημεν ὡς παρακεκλημένοι.

2τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν

καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.

τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν

᾿Εμεγάλυνεν κύριος τοῦ ποιῆσαι μετ᾽ αὐτῶν.

3ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μεθ᾽ ἡμῶν,

ἐγενήθημεν εὐφραινόμενοι.

4ἐπίστρεψον, κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν

ὡς χειμάρρους ἐν τῷ νότῳ.

5οἱ σπείροντες ἐν δάκρυσιν

ἐν ἀγαλλιάσει θεριοῦσιν.

6πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον

αἴροντες τὰ σπέρματα αὐτῶν·

ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει

αἴροντες τὰ δράγματα αὐτῶν.