academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 127

127

1᾿Οιδὴ τῶν ἀναβαθμῶν.

Μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον

οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ.

2τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι·

μακάριος εἶ, καὶ καλῶς σοι ἔσται.

3ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα

ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου·

οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν

κύκλῳ τῆς τραπέζης σου.

4ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον.

5εὐλογήσαι σε κύριος ἐκ Σιων,

καὶ ἴδοις τὰ ἀγαθὰ Ιερουσαλημ

πάσας τὰς ἡμέρας τῆς ζωῆς σου·

6καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου.

εἰρήνη ἐπὶ τὸν Ισραηλ.