academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 128

128

1᾿Οιδὴ τῶν ἀναβαθμῶν.

Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου,

εἰπάτω δὴ Ισραηλ,

2πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου,

καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι.

3ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί,

ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν·

4κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν.

5αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω

πάντες οἱ μισοῦντες Σιων.

6γενηθήτωσαν ὡς χόρτος δωμάτων,

ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη·

7οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων

καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων,

8καὶ οὐκ εἶπαν οἱ παράγοντες Εὐλογία κυρίου ἐφ᾽ ὑμᾶς,

εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου.