academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 13

13

1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.

Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἔστιν θεός·

διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν,

οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.

2κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων

τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν θεόν.

3πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν,

οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.

[τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν,

ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν·

ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν,

ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει·

ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα·

σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,

καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν·

οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.]

4οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν;

οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν κύριον οὐκ ἐπεκαλέσαντο.

5ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος,

ὅτι ὁ θεὸς ἐν γενεᾷ δικαίᾳ.

6βουλὴν πτωχοῦ κατῃσχύνατε,

ὅτι κύριος ἐλπὶς αὐτοῦ ἐστιν.

7τίς δώσει ἐκ Σιων τὸ σωτήριον τοῦ Ισραηλ;

ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ

ἀγαλλιάσθω Ιακωβ καὶ εὐφρανθήτω Ισραηλ.