academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 133

133

1᾿Οιδὴ τῶν ἀναβαθμῶν.

᾿Ιδοὺ δὴ εὐλογεῖτε τὸν κύριον,

πάντες οἱ δοῦλοι κυρίου

οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου,

ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν.

2ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια

καὶ εὐλογεῖτε τὸν κύριον.

3εὐλογήσει σε κύριος ἐκ Σιων

ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.