academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 134

134

1Αλληλουια.

Αἰνεῖτε τὸ ὄνομα κυρίου, αἰνεῖτε, δοῦλοι, κύριον,

2οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου,

ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν.

3αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸς κύριος·

ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν·

4ὅτι τὸν Ιακωβ ἐξελέξατο ἑαυτῷ ὁ κύριος,

Ισραηλ εἰς περιουσιασμὸν αὐτοῦ.

5ὅτι ἐγὼ ἔγνων ὅτι μέγας κύριος

καὶ ὁ κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς·

6πάντα, ὅσα ἠθέλησεν ὁ κύριος, ἐποίησεν

ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ,

ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις·

7ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς,

ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν·

ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ.

8ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου

ἀπὸ ἀνθρώπου ἕως κτήνους·

9ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε,

ἐν Φαραω καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ.

10ὃς ἐπάταξεν ἔθνη πολλὰ

καὶ ἀπέκτεινεν βασιλεῖς κραταιούς,

11τὸν Σηων βασιλέα τῶν Αμορραίων

καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν

καὶ πάσας τὰς βασιλείας Χανααν,

12καὶ ἔδωκεν τὴν γῆν αὐτῶν κληρονομίαν,

κληρονομίαν Ισραηλ λαῷ αὐτοῦ.

13κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα

κύριε, τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.

14ὅτι κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ

καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται.

15τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον,

ἔργα χειρῶν ἀνθρώπων·

16στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν,

ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται,

17ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται,

[ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται,

χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν,

πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν,

οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν,]

οὐδὲ γάρ ἐστιν πνεῦμα ἐν τῷ στόματι αὐτῶν.

18ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ

καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτοῖς.

19οἶκος Ισραηλ, εὐλογήσατε τὸν κύριον·

οἶκος Ααρων, εὐλογήσατε τὸν κύριον·

20οἶκος Λευι, εὐλογήσατε τὸν κύριον·

οἱ φοβούμενοι τὸν κύριον, εὐλογήσατε τὸν κύριον.

21εὐλογητὸς κύριος ἐκ Σιων

ὁ κατοικῶν Ιερουσαλημ.