academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 136

136

1Τῷ Δαυιδ.

᾿Επὶ τῶν ποταμῶν Βαβυλῶνος

ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν

ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιων.

2ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν·

3ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν

καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον

῎Αισατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιων.

4πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας;

5ἐὰν ἐπιλάθωμαί σου, Ιερουσαλημ, ἐπιλησθείη ἡ δεξιά μου·

6κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ,

ἐὰν μὴ προανατάξωμαι τὴν Ιερουσαλημ ἐν ἀρχῇ τῆς εὐφροσύνης μου.

7μνήσθητι, κύριε, τῶν υἱῶν Εδωμ τὴν ἡμέραν Ιερουσαλημ

τῶν λεγόντων ᾿Εκκενοῦτε ἐκκενοῦτε, ἕως ὁ θεμέλιος ἐν αὐτῇ.

8θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος,

μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν·

9μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.