academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 140

140

1Ψαλμὸς τῷ Δαυιδ.

Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου·

πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.

2κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου,

ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.

3θοῦ, κύριε, φυλακὴν τῷ στόματί μου

καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

4μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας

τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις

σὺν ἀνθρώποις ἐργαζομένοις ἀνομίαν,

καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

5παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με,

ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου,

ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν.

6κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν·

ἀκούσονται τὰ ῥήματά μου ὅτι ἡδύνθησαν.

7ὡσεὶ πάχος γῆς διερράγη ἐπὶ τῆς γῆς,

διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην.

8ὅτι πρὸς σέ, κύριε κύριε, οἱ ὀφθαλμοί μου·

ἐπὶ σὲ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

9φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι,

καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

10πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί·

κατὰ μόνας εἰμὶ ἐγὼ ἕως οὗ ἂν παρέλθω.