academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 143

143

1Τῷ Δαυιδ, πρὸς τὸν Γολιαδ.

Εὐλογητὸς κύριος ὁ θεός μου

ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν,

τοὺς δακτύλους μου εἰς πόλεμον·

2ἔλεός μου καὶ καταφυγή μου,

ἀντιλήμπτωρ μου καὶ ῥύστης μου,

ὑπερασπιστής μου, καὶ ἐπ᾽ αὐτῷ ἤλπισα,

ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ᾽ ἐμέ.

3κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ,

ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν;

4ἄνθρωπος ματαιότητι ὡμοιώθη,

αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν.

5κύριε, κλῖνον οὐρανούς σου καὶ κατάβηθι,

ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται·

6ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς,

ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς.

7ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους,

ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν,

ἐκ χειρὸς υἱῶν ἀλλοτρίων,

8ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα,

καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.

9ὁ θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι,

ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι

10τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν,

τῷ λυτρουμένῳ Δαυιδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομφαίας πονηρᾶς.

11ῥῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων,

ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα

καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.

12ὧν οἱ υἱοὶ ὡς νεόφυτα

ἡδρυμμένα ἐν τῇ νεότητι αὐτῶν,

αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι

περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ,

13τὰ ταμιεῖα αὐτῶν πλήρη

ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο,

τὰ πρόβατα αὐτῶν πολυτόκα

πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν,

14οἱ βόες αὐτῶν παχεῖς,

οὐκ ἔστιν κατάπτωμα φραγμοῦ οὐδὲ διέξοδος

οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν,

15ἐμακάρισαν τὸν λαόν, ᾧ ταῦτά ἐστιν·

μακάριος ὁ λαός, οὗ κύριος ὁ θεὸς αὐτοῦ.