academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 145

145

1Αλληλουια· Αγγαιου καὶ Ζαχαριου.

Αἴνει, ἡ ψυχή μου, τὸν κύριον.

2αἰνέσω κύριον ἐν ζωῇ μου,

ψαλῶ τῷ θεῷ μου, ἕως ὑπάρχω.

3μὴ πεποίθατε ἐπ᾽ ἄρχοντας

καὶ ἐφ᾽ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστιν σωτηρία.

4ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ·

ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.

5μακάριος οὗ ὁ θεὸς Ιακωβ βοηθός,

ἡ ἐλπὶς αὐτοῦ ἐπὶ κύριον τὸν θεὸν αὐτοῦ

6τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν,

τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς,

τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,

7ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις,

διδόντα τροφὴν τοῖς πεινῶσιν·

κύριος λύει πεπεδημένους,

8κύριος ἀνορθοῖ κατερραγμένους,

κύριος σοφοῖ τυφλούς,

κύριος ἀγαπᾷ δικαίους·

9κύριος φυλάσσει τοὺς προσηλύτους,

ὀρφανὸν καὶ χήραν ἀναλήμψεται

καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.

10βασιλεύσει κύριος εἰς τὸν αἰῶνα,

ὁ θεός σου, Σιων, εἰς γενεὰν καὶ γενεάν.