academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 16

16

1Προσευχὴ τοῦ Δαυιδ.

Εἰσάκουσον, κύριε, τῆς δικαιοσύνης μου,

πρόσχες τῇ δεήσει μου,

ἐνώτισαι τῆς προσευχῆς μου οὐκ ἐν χείλεσιν δολίοις.

2ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι,

οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας.

3ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός·

ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία.

4ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων,

διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.

5κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου,

ἵνα μὴ σαλευθῶσιν τὰ διαβήματά μου.

6ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ θεός·

κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου.

7θαυμάστωσον τὰ ἐλέη σου,

ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ

ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου.

8φύλαξόν με ὡς κόραν ὀφθαλμοῦ·

ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με

9ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με.

οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον·

10τὸ στέαρ αὐτῶν συνέκλεισαν,

τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν.

11ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με,

τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ.

12ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν

καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.

13ἀνάστηθι, κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς,

ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς,

ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου.

14κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς

διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν.

καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν,

ἐχορτάσθησαν υἱῶν

καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν.

15ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου,

χορτασθήσομαι ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου.