academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 18

18

1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.

2Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ,

ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα·

3ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα,

καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.

4οὐκ εἰσὶν λαλιαὶ οὐδὲ λόγοι,

ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν·

5εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν

καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ·

6καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ,

ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ.

7ἀπ᾽ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ,

καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ,

καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ.

8ὁ νόμος τοῦ κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς·

ἡ μαρτυρία κυρίου πιστή, σοφίζουσα νήπια·

9τὰ δικαιώματα κυρίου εὐθεῖα, εὐφραίνοντα καρδίαν·

ἡ ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς·

10ὁ φόβος κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος·

τὰ κρίματα κυρίου ἀληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτό,

11ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν

καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον.

12καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά·

ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.

13παραπτώματα τίς συνήσει;

ἐκ τῶν κρυφίων μου καθάρισόν με.

14καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου·

ἐὰν μή μου κατακυριεύσωσιν, τότε ἄμωμος ἔσομαι

καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης.

15καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου

καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός,

κύριε βοηθέ μου καὶ λυτρωτά μου.