academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 20

20

1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.

2Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς

καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.

3τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ

καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.

διάψαλμα.

4ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος,

ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.

5ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ,

μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

6μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου,

δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾽ αὐτόν·

7ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος,

εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.

8ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ κύριον

καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ.

9εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου,

ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.

10θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου·

κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς,

καὶ καταφάγεται αὐτοὺς πῦρ.

11τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς

καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων,

12ὅτι ἔκλιναν εἰς σὲ κακά,

διελογίσαντο βουλήν, ἣν οὐ μὴ δύνωνται στῆσαι.

13ὅτι θήσεις αὐτοὺς νῶτον·

ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.

14ὑψώθητι, κύριε, ἐν τῇ δυνάμει σου·

ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.