academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 23

23

1Ψαλμὸς τῷ Δαυιδ· τῆς μιᾶς σαββάτων.

Τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς,

ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ·

2αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν

καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.

3τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου

καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;

4ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ,

ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ

καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ.

5οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου

καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ.

6αὕτη ἡ γενεὰ ζητούντων αὐτόν,

ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ιακωβ.

διάψαλμα.

7ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν,

καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,

καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.

8τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;

κύριος κραταιὸς καὶ δυνατός,

κύριος δυνατὸς ἐν πολέμῳ.

9ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν,

καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,

καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.

10τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;

κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.