academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 24

24

1Ψαλμὸς τῷ Δαυιδ.

Πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου, ὁ θεός μου.

2ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην,

μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου.

3καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν·

αἰσχυνθήτωσαν πάντες οἱ ἀνομοῦντες διὰ κενῆς.

4τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι

καὶ τὰς τρίβους σου δίδαξόν με.

5ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου

καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου,

καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.

6μνήσθητι τῶν οἰκτιρμῶν σου, κύριε,

καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν.

7ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς·

κατὰ τὸ ἔλεός σου μνήσθητί μου σὺ

ἕνεκα τῆς χρηστότητός σου, κύριε.

8χρηστὸς καὶ εὐθὴς ὁ κύριος·

διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.

9ὁδηγήσει πραεῖς ἐν κρίσει,

διδάξει πραεῖς ὁδοὺς αὐτοῦ.

10πᾶσαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήθεια

τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ.

11ἕνεκα τοῦ ὀνόματός σου, κύριε,

καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν.

12τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον;

νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο.

13ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται,

καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.

14κραταίωμα κύριος τῶν φοβουμένων αὐτόν,

[καὶ τὸ ὄνομα κυρίου τῶν φοβουμένων αὐτόν,]

καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς.

15οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον,

ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.

16ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με,

ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ.

17αἱ θλίψεις τῆς καρδίας μου ἐπλατύνθησαν·

ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.

18ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου

καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.

19ἰδὲ τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν

καὶ μῖσος ἄδικον ἐμίσησάν με.

20φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με·

μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ.

21ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι,

ὅτι ὑπέμεινά σε, κύριε.

22λύτρωσαι, ὁ θεός, τὸν Ισραηλ

ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.