academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 27

27

1Τοῦ Δαυιδ.

Πρὸς σέ, κύριε, ἐκέκραξα,

ὁ θεός μου, μὴ παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ,

μήποτε παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ

καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

2εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαί με πρὸς σέ,

ἐν τῷ με αἴρειν χεῖράς μου πρὸς ναὸν ἅγιόν σου.

3μὴ συνελκύσῃς μετὰ ἁμαρτωλῶν τὴν ψυχήν μου

καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με

τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν,

κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν.

4δὸς αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν

καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν·

κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς,

ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς.

5ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα κυρίου

καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ·

καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.

6εὐλογητὸς κύριος, ὅτι εἰσήκουσεν τῆς φωνῆς τῆς δεήσεώς μου.

7κύριος βοηθός μου καὶ ὑπερασπιστής μου·

ἐπ᾽ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην,

καὶ ἀνέθαλεν ἡ σάρξ μου·

καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ.

8κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ

καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστιν.

9σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου

καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος.