academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 28

28

1Ψαλμὸς τῷ Δαυιδ· ἐξοδίου σκηνῆς.

᾿Ενέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ,

ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν,

ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν,

2ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ,

προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.

3φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων,

ὁ θεὸς τῆς δόξης ἐβρόντησεν,

κύριος ἐπὶ ὑδάτων πολλῶν.

4φωνὴ κυρίου ἐν ἰσχύι,

φωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ.

5φωνὴ κυρίου συντρίβοντος κέδρους,

καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου

6καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον,

καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων.

7φωνὴ κυρίου διακόπτοντος φλόγα πυρός,

8φωνὴ κυρίου συσσείοντος ἔρημον,

καὶ συσσείσει κύριος τὴν ἔρημον Καδης.

9φωνὴ κυρίου καταρτιζομένου ἐλάφους,

καὶ ἀποκαλύψει δρυμούς·

καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.

10κύριος τὸν κατακλυσμὸν κατοικιεῖ,

καὶ καθίεται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.

11κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει,

κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.