academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 30

30

1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ· ἐκστάσεως.

2᾿Επὶ σοί, κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα·

ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με.

3κλῖνον πρός με τὸ οὖς σου,

τάχυνον τοῦ ἐξελέσθαι με·

γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν

καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με.

4ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ

καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με·

5ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι,

ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου.

6εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου·

ἐλυτρώσω με, κύριε ὁ θεὸς τῆς ἀληθείας.

7ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διὰ κενῆς·

ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα.

8ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου,

ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου,

ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου

9καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ,

ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.

10ἐλέησόν με, κύριε, ὅτι θλίβομαι·

ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου,

ἡ ψυχή μου καὶ ἡ γαστήρ μου.

11ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου

καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς·

ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου,

καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν.

12παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος

καὶ τοῖς γείτοσίν μου σφόδρα

καὶ φόβος τοῖς γνωστοῖς μου,

οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ᾽ ἐμοῦ.

13ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας,

ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός.

14ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν·

ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ᾽ ἐμὲ

τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο.

15ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα, κύριε·

εἶπα Σὺ εἶ ὁ θεός μου.

16ἐν ταῖς χερσίν σου οἱ καιροί μου·

ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου

καὶ ἐκ τῶν καταδιωκόντων με.

17ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου,

σῶσόν με ἐν τῷ ἐλέει σου.

18κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε·

αἰσχυνθείησαν οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου.

19ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια

τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν

ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει.

20ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, κύριε,

ἧς ἔκρυψας τοῖς φοβουμένοις σε,

ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ

ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων.

21κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων,

σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν.

22εὐλογητὸς κύριος, ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς.

23ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου

᾿Απέρριμμαι ἄρα ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου.

διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου

ἐν τῷ κεκραγέναι με πρὸς σέ.

24ἀγαπήσατε τὸν κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ,

ὅτι ἀληθείας ἐκζητεῖ κύριος

καὶ ἀνταποδίδωσιν τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν.

25ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν,

πάντες οἱ ἐλπίζοντες ἐπὶ κύριον.