academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 31

31

1Τῷ Δαυιδ· συνέσεως.

Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι

καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·

2μακάριος ἀνήρ, οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν,

οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος.

3ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου

ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν·

4ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ᾽ ἐμὲ ἡ χείρ σου,

ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναι ἄκανθαν.

διάψαλμα.

5τὴν ἁμαρτίαν μου ἐγνώρισα

καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα·

εἶπα ᾿Εξαγορεύσω κατ᾽ ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ·

καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου.

διάψαλμα.

6ὑπὲρ ταύτης προσεύξεται πᾶς ὅσιος πρὸς σὲ ἐν καιρῷ εὐθέτῳ·

πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν.

7σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με·

τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με.

διάψαλμα.

8συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ, ᾗ πορεύσῃ,

ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου.

9μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις,

ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι

τῶν μὴ ἐγγιζόντων πρὸς σέ.

10πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ,

τὸν δὲ ἐλπίζοντα ἐπὶ κύριον ἔλεος κυκλώσει.

11εὐφράνθητε ἐπὶ κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι,

καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.