academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 33

33

1Τῷ Δαυιδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Αβιμελεχ, καὶ ἀπέλυσεν αὐτόν, καὶ ἀπῆλθεν.

2Εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ,

διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.

3ἐν τῷ κυρίῳ ἐπαινεσθήσεται ἡ ψυχή μου·

ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν.

4μεγαλύνατε τὸν κύριον σὺν ἐμοί,

καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.

5ἐξεζήτησα τὸν κύριον, καὶ ἐπήκουσέν μου

καὶ ἐκ πασῶν τῶν παροικιῶν μου ἐρρύσατό με.

6προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε,

καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.

7οὗτος ὁ πτωχὸς ἐκέκραξεν, καὶ ὁ κύριος εἰσήκουσεν αὐτοῦ

καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν.

8παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.

9γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος·

μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ᾽ αὐτόν.

10φοβήθητε τὸν κύριον, οἱ ἅγιοι αὐτοῦ,

ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.

11πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν,

οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.

διάψαλμα.

12δεῦτε, τέκνα, ἀκούσατέ μου·

φόβον κυρίου διδάξω ὑμᾶς.

13τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν

ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;

14παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ

καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον.

15ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν,

ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν.

16ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους,

καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.

17πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακὰ

τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.

18ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ κύριος εἰσήκουσεν αὐτῶν

καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρρύσατο αὐτούς.

19ἐγγὺς κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν

καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.

20πολλαὶ αἱ θλίψεις τῶν δικαίων,

καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτούς.

21κύριος φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν,

ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.

22θάνατος ἁμαρτωλῶν πονηρός,

καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν.

23λυτρώσεται κύριος ψυχὰς δούλων αὐτοῦ,

καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ᾽ αὐτόν.