academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 34

34

1Τῷ Δαυιδ.

Δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με,

πολέμησον τοὺς πολεμοῦντάς με.

2ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς βοήθειάν μου,

3ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με·

εἰπὸν τῇ ψυχῇ μου Σωτηρία σου ἐγώ εἰμι.

4αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου,

ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά.

5γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου,

καὶ ἄγγελος κυρίου ἐκθλίβων αὐτούς·

6γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα,

καὶ ἄγγελος κυρίου καταδιώκων αὐτούς·

7ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν,

μάτην ὠνείδισαν τὴν ψυχήν μου.

8ἐλθέτω αὐτοῖς παγίς, ἣν οὐ γινώσκουσιν,

καὶ ἡ θήρα, ἣν ἔκρυψαν, συλλαβέτω αὐτούς,

καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ.

9ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ,

τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ·

10πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, τίς ὅμοιός σοι;

ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ

καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.

11ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με·

12ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν

καὶ ἀτεκνίαν τῇ ψυχῇ μου.

13ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον

καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου,

καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.

14ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέτερον, οὕτως εὐηρέστουν·

ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην.

15καὶ κατ᾽ ἐμοῦ ηὐφράνθησαν καὶ συνήχθησαν,

συνήχθησαν ἐπ᾽ ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων,

διεσχίσθησαν καὶ οὐ κατενύγησαν.

16ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν,

ἔβρυξαν ἐπ᾽ ἐμὲ τοὺς ὀδόντας αὐτῶν.

17κύριε, πότε ἐπόψῃ;

ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν,

ἀπὸ λεόντων τὴν μονογενῆ μου.

18ἐξομολογήσομαί σοι, κύριε, ἐν ἐκκλησίᾳ πολλῇ,

ἐν λαῷ βαρεῖ αἰνέσω σε.

19μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως,

οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς.

20ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν

καὶ ἐπ᾽ ὀργὴν δόλους διελογίζοντο

21καὶ ἐπλάτυναν ἐπ᾽ ἐμὲ τὸ στόμα αὐτῶν,

εἶπαν Εὖγε εὖγε, εἶδαν οἱ ὀφθαλμοὶ ἡμῶν.

22εἶδες, κύριε, μὴ παρασιωπήσῃς,

κύριε, μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ·

23ἐξεγέρθητι, κύριε, καὶ πρόσχες τῇ κρίσει μου,

ὁ θεός μου καὶ ὁ κύριός μου, εἰς τὴν δίκην μου.

24κρῖνόν με κατὰ τὴν δικαιοσύνην σου, κύριε ὁ θεός μου,

καὶ μὴ ἐπιχαρείησάν μοι·

25μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν Εὖγε εὖγε τῇ ψυχῇ ἡμῶν·

μηδὲ εἴπαισαν Κατεπίομεν αὐτόν.

26αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου,

ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονοῦντες ἐπ᾽ ἐμέ.

27ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου

καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ κύριος,

οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ.

28καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου,

ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.