academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 35

35

1Εἰς τὸ τέλος· τῷ δούλῳ κυρίου τῷ Δαυιδ.

2Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ,

οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ·

3ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ

τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι.

4τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος,

οὐκ ἐβουλήθη συνιέναι τοῦ ἀγαθῦναι·

5ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ,

παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ,

τῇ δὲ κακίᾳ οὐ προσώχθισεν.

6κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου,

καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν·

7ἡ δικαιοσύνη σου ὡσεὶ ὄρη θεοῦ,

τὰ κρίματά σου ἄβυσσος πολλή·

ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε.

8ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ θεός·

οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν.

9μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου,

καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς·

10ὅτι παρὰ σοὶ πηγὴ ζωῆς,

ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

11παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε

καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ.

12μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας,

καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με.

13ἐκεῖ ἔπεσον οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,

ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι.