academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 36

36

1Τοῦ Δαυιδ.

Μὴ παραζήλου ἐν πονηρευομένοις

μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν·

2ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται

καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.

3ἔλπισον ἐπὶ κύριον καὶ ποίει χρηστότητα

καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς·

4κατατρύφησον τοῦ κυρίου,

καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου.

5ἀποκάλυψον πρὸς κύριον τὴν ὁδόν σου

καὶ ἔλπισον ἐπ᾽ αὐτόν, καὶ αὐτὸς ποιήσει

6καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου

καὶ τὸ κρίμα σου ὡς μεσημβρίαν.

7ὑποτάγηθι τῷ κυρίῳ καὶ ἱκέτευσον αὐτόν·

μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ,

ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίας.

8παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμόν,

μὴ παραζήλου ὥστε πονηρεύεσθαι·

9ὅτι οἱ πονηρευόμενοι ἐξολεθρευθήσονται,

οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσουσιν γῆν.

10καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός,

καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς·

11οἱ δὲ πραεῖς κληρονομήσουσιν γῆν

καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης.

12παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον

καὶ βρύξει ἐπ᾽ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ·

13ὁ δὲ κύριος ἐκγελάσεται αὐτόν,

ὅτι προβλέπει ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ.

14ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί,

ἐνέτειναν τόξον αὐτῶν

τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα,

τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ·

15ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτῶν,

καὶ τὰ τόξα αὐτῶν συντριβείησαν.

16κρεῖσσον ὀλίγον τῷ δικαίῳ

ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν·

17ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται,

ὑποστηρίζει δὲ τοὺς δικαίους κύριος.

18γινώσκει κύριος τὰς ὁδοὺς τῶν ἀμώμων,

καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται·

19οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ

καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται.

20ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται,

οἱ δὲ ἐχθροὶ τοῦ κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι

ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον.

21δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτείσει,

ὁ δὲ δίκαιος οἰκτίρει καὶ διδοῖ·

22ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν,

οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολεθρευθήσονται.

23παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται,

καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει·

24ὅταν πέσῃ, οὐ καταραχθήσεται,

ὅτι κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ.

25νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα

καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον

οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους·

26ὅλην τὴν ἡμέραν ἐλεᾷ καὶ δανείζει,

καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται.

27ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν

καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος·

28ὅτι κύριος ἀγαπᾷ κρίσιν

καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ,

εἰς τὸν αἰῶνα φυλαχθήσονται.

ἄνομοι δὲ ἐκδιωχθήσονται,

καὶ σπέρμα ἀσεβῶν ἐξολεθρευθήσεται·

29δίκαιοι δὲ κληρονομήσουσι γῆν

καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ᾽ αὐτῆς.

30στόμα δικαίου μελετήσει σοφίαν,

καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν·

31ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ,

καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.

32κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον

καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν,

33ὁ δὲ κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ

οὐδὲ μὴ καταδικάσηται αὐτόν, ὅταν κρίνηται αὐτῷ.

34ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ,

καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν·

ἐν τῷ ἐξολεθρεύεσθαι ἁμαρτωλοὺς ὄψῃ.

35εἶδον ἀσεβῆ ὑπερυψούμενον

καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου·

36καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν,

καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.

37φύλασσε ἀκακίαν καὶ ἰδὲ εὐθύτητα,

ὅτι ἔστιν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ·

38οἱ δὲ παράνομοι ἐξολεθρευθήσονται ἐπὶ τὸ αὐτό,

τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολεθρευθήσονται.

39σωτηρία δὲ τῶν δικαίων παρὰ κυρίου,

καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως,

40καὶ βοηθήσει αὐτοῖς κύριος καὶ ῥύσεται αὐτοὺς

καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν

καὶ σώσει αὐτούς, ὅτι ἤλπισαν ἐπ᾽ αὐτόν.