academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 37

37

1Ψαλμὸς τῷ Δαυιδ· εἰς ἀνάμνησιν περὶ σαββάτου.

2Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με

μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

3ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι,

καὶ ἐπεστήρισας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου·

4οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου,

οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.

5ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου,

ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ.

6προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου

ἀπὸ προσώπου τῆς ἀφροσύνης μου·

7ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους,

ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.

8ὅτι αἱ ψύαι μου ἐπλήσθησαν ἐμπαιγμῶν,

καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου·

9ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα,

ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.

10κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου,

καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἐκρύβη.

11ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέν με ἡ ἰσχύς μου,

καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ᾽ ἐμοῦ.

12οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν,

καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν·

13καὶ ἐξεβιάσαντο οἱ ζητοῦντες τὴν ψυχήν μου,

καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας

καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.

14ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον

καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ

15καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων

καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.

16ὅτι ἐπὶ σοί, κύριε, ἤλπισα·

σὺ εἰσακούσῃ, κύριε ὁ θεός μου.

17ὅτι εἶπα Μήποτε ἐπιχαρῶσίν μοι οἱ ἐχθροί μου·

καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾽ ἐμὲ ἐμεγαλορρημόνησαν.

18ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος,

καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντός.

19ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ

καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.

20οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ,

καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως·

21οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν

ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην,

[καὶ ἀπέρριψάν με τὸν ἀγαπητὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον.]

22μὴ ἐγκαταλίπῃς με, κύριε·

ὁ θεός μου, μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ·

23πρόσχες εἰς τὴν βοήθειάν μου, κύριε τῆς σωτηρίας μου.