academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 38

38

1Εἰς τὸ τέλος, τῷ Ιδιθουν· ᾠδὴ τῷ Δαυιδ.

2Εἶπα Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου·

ἐθέμην τῷ στόματί μου φυλακὴν

ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου.

3ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν,

καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη.

4ἐθερμάνθη ἡ καρδία μου ἐντός μου,

καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ.

ἐλάλησα ἐν γλώσσῃ μου

5Γνώρισόν μοι, κύριε, τὸ πέρας μου

καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν,

ἵνα γνῶ τί ὑστερῶ ἐγώ.

6ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου,

καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου·

πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν.

διάψαλμα.

7μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος,

πλὴν μάτην ταράσσονται·

θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.

8καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ κύριος;

καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν.

9ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με,

ὄνειδος ἄφρονι ἔδωκάς με.

10ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ εἶ ὁ ποιήσας με.

11ἀπόστησον ἀπ᾽ ἐμοῦ τὰς μάστιγάς σου·

ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.

12ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον

καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ·

πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος.

διάψαλμα.

13εἰσάκουσον τῆς προσευχῆς μου, κύριε,

καὶ τῆς δεήσεώς μου ἐνώτισαι·

τῶν δακρύων μου μὴ παρασιωπήσῃς,

ὅτι πάροικος ἐγώ εἰμι παρὰ σοὶ

καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου.

14ἄνες μοι, ἵνα ἀναψύξω

πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι μὴ ὑπάρξω.