academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 40

40

1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.

2Μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα·

ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ κύριος.

3κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ

καὶ μὴ παραδῴη αὐτὸν εἰς χεῖρας ἐχθροῦ αὐτοῦ.

4κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ·

ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ.

5ἐγὼ εἶπα Κύριε, ἐλέησόν με·

ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

6οἱ ἐχθροί μου εἶπαν κακά μοι

Πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;

7καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει·

ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ,

ἐξεπορεύετο ἔξω καὶ ἐλάλει.

8ἐπὶ τὸ αὐτὸ κατ᾽ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου,

κατ᾽ ἐμοῦ ἐλογίζοντο κακά μοι,

9λόγον παράνομον κατέθεντο κατ᾽ ἐμοῦ

Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι;

10καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ᾽ ὃν ἤλπισα,

ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν·

11σὺ δέ, κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς.

12ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με,

ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ᾽ ἐμέ.

13ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου,

καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.

14Εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα.

γένοιτο γένοιτο.