academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 4

4

1Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυιδ.

2᾿Εν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου·

ἐν θλίψει ἐπλάτυνάς μοι·

οἰκτίρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου.

3υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;

ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;

διάψαλμα.

4καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν κύριος τὸν ὅσιον αὐτοῦ·

κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.

5ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε·

λέγετε ἐν ταῖς καρδίαις ὑμῶν

καὶ ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε.

διάψαλμα.

6θύσατε θυσίαν δικαιοσύνης

καὶ ἐλπίσατε ἐπὶ κύριον.

7πολλοὶ λέγουσιν Τίς δείξει ἡμῖν τὰ ἀγαθά;

ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε.

8ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου·

ἀπὸ καιροῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.

9ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω,

ὅτι σύ, κύριε, κατὰ μόνας ἐπ᾽ ἐλπίδι κατῴκισάς με.