academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 42

42

1Ψαλμὸς τῷ Δαυιδ.

Κρῖνόν με, ὁ θεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου,

ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με.

2ὅτι σὺ εἶ, ὁ θεός, κραταίωμά μου· ἵνα τί ἀπώσω με;

καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου;

3ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου·

αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου

καὶ εἰς τὰ σκηνώματά σου.

4καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ θεοῦ

πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου·

ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ θεὸς ὁ θεός μου.

5ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με;

ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·

σωτήριον τοῦ προσώπου μου ὁ θεός μου.