academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 45

45

1Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε, ὑπὲρ τῶν κρυφίων ψαλμός.

2῾Ο θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις,

βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.

3διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν

καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.

4ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν,

ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ.

διάψαλμα.

5τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ·

ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.

6ὁ θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται·

βοηθήσει αὐτῇ ὁ θεὸς τὸ πρὸς πρωί.

7ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι·

ἔδωκεν φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ.

8κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν,

ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ιακωβ.

διάψαλμα.

9δεῦτε ἴδετε τὰ ἔργα κυρίου,

ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς.

10ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς

τόξον συντρίψει καὶ συγκλάσει ὅπλον

καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.

11σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός·

ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.

12κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν,

ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ιακωβ.