academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 49

49

1Ψαλμὸς τῷ Ασαφ.

Θεὸς θεῶν κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γῆν

ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν.

2ἐκ Σιων ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ,

ὁ θεὸς ἐμφανῶς ἥξει,

3ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται·

πῦρ ἐναντίον αὐτοῦ καυθήσεται,

καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα.

4προσκαλέσεται τὸν οὐρανὸν ἄνω

καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ·

5συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ

τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις,

6καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ,

ὅτι ὁ θεὸς κριτής ἐστιν.

διάψαλμα.

7῎Ακουσον, λαός μου, καὶ λαλήσω σοι,

Ισραηλ, καὶ διαμαρτύρομαί σοι·

ὁ θεὸς ὁ θεός σού εἰμι ἐγώ.

8οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε,

τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστιν διὰ παντός·

9οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους

οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους.

10ὅτι ἐμά ἐστιν πάντα τὰ θηρία τοῦ δρυμοῦ,

κτήνη ἐν τοῖς ὄρεσιν καὶ βόες·

11ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ,

καὶ ὡραιότης ἀγροῦ μετ᾽ ἐμοῦ ἐστιν.

12ἐὰν πεινάσω, οὐ μή σοι εἴπω·

ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς.

13μὴ φάγομαι κρέα ταύρων

ἢ αἷμα τράγων πίομαι;

14θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως

καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου·

15καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως,

καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.

διάψαλμα.

16τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός

῞Ινα τί σὺ διηγῇ τὰ δικαιώματά μου

καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;

17σὺ δὲ ἐμίσησας παιδείαν

καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.

18εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ,

καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις·

19τὸ στόμα σου ἐπλεόνασεν κακίαν,

καὶ ἡ γλῶσσά σου περιέπλεκεν δολιότητα·

20καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις

καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον.

21ταῦτα ἐποίησας, καὶ ἐσίγησα·

ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος·

ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου.

22σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ,

μήποτε ἁρπάσῃ καὶ μὴ ᾖ ὁ ῥυόμενος·

23θυσία αἰνέσεως δοξάσει με,

καὶ ἐκεῖ ὁδός, ᾗ δείξω αὐτῷ τὸ σωτήριον τοῦ θεοῦ.