academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 50

50

1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ

2ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθεν πρὸς Βηρσαβεε.

3᾿Ελέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου

καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου·

4ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου

καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

5ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω,

καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός.

6σοὶ μόνῳ ἥμαρτον

καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα,

ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου

καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

7ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην,

καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου.

8ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας,

τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

9ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι·

πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

10ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην·

ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα.

11ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου

καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

12καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός,

καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

13μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου

καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ.

14ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου

καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με.

15διδάξω ἀνόμους τὰς ὁδούς σου,

καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

16ῥῦσαί με ἐξ αἱμάτων, ὁ θεὸς ὁ θεὸς τῆς σωτηρίας μου·

ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

17κύριε, τὰ χείλη μου ἀνοίξεις,

καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

18ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν·

ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

19θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον,

καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουθενώσει.

20ἀγάθυνον, κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων,

καὶ οἰκοδομηθήτω τὰ τείχη Ιερουσαλημ·

21τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης,

ἀναφορὰν καὶ ὁλοκαυτώματα·

τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.