academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 51

51

1Εἰς τὸ τέλος· συνέσεως τῷ Δαυιδ

2ἐν τῷ ἐλθεῖν Δωηκ τὸν Ιδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαουλ καὶ εἰπεῖν αὐτῷ ῏Ηλθεν Δαυιδ εἰς τὸν οἶκον Αβιμελεχ.

3Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός,

ἀνομίαν ὅλην τὴν ἡμέραν;

4ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου·

ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον.

5ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην,

ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην.

διάψαλμα.

6ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ,

γλῶσσαν δολίαν.

7διὰ τοῦτο ὁ θεὸς καθελεῖ σε εἰς τέλος·

ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος

καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων.

διάψαλμα.

8καὶ ὄψονται δίκαιοι καὶ φοβηθήσονται

καὶ ἐπ᾽ αὐτὸν γελάσονται καὶ ἐροῦσιν

9᾿Ιδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ,

ἀλλ᾽ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ

καὶ ἐδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.

10ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ·

ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ

εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

11ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας,

καὶ ὑπομενῶ τὸ ὄνομά σου,

ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου.