academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 54

54

1Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ.

2᾿Ενώτισαι, ὁ θεός, τὴν προσευχὴν μου

καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου,

3πρόσχες μοι καὶ εἰσάκουσόν μου.

ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην

4ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ,

ὅτι ἐξέκλιναν ἐπ᾽ ἐμὲ ἀνομίαν

καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.

5ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί,

καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ᾽ ἐμέ·

6φόβος καὶ τρόμος ἦλθεν ἐπ᾽ ἐμέ,

καὶ ἐκάλυψέν με σκότος.

7καὶ εἶπα Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς

καὶ πετασθήσομαι καὶ καταπαύσω;

8ἰδοὺ ἐμάκρυνα φυγαδεύων

καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ.

διάψαλμα.

9προσεδεχόμην τὸν σῴζοντά με

ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος.

10καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν,

ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.

11ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς,

ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία,

12καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος.

13ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν,

καὶ εἰ ὁ μισῶν με ἐπ᾽ ἐμὲ ἐμεγαλορρημόνησεν, ἐκρύβην ἂν ἀπ᾽ αὐτοῦ.

14σὺ δέ, ἄνθρωπε ἰσόψυχε,

ἡγεμών μου καὶ γνωστέ μου,

15ὃς ἐπὶ τὸ αὐτό μοι ἐγλύκανας ἐδέσματα,

ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ·

16ἐλθέτω θάνατος ἐπ᾽ αὐτούς,

καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες,

ὅτι πονηρίαι ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν.

17ἐγὼ δὲ πρὸς τὸν θεὸν ἐκέκραξα,

καὶ ὁ κύριος εἰσήκουσέν μου.

18ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι·

ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου.

19λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι,

ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί.

20εἰσακούσεται ὁ θεὸς καὶ ταπεινώσει αὐτούς,

ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.

διάψαλμα.

οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα,

καὶ οὐκ ἐφοβήθησαν τὸν θεόν.

21ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι·

ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ.

22διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ,

καὶ ἤγγισεν ἡ καρδία αὐτοῦ·

ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον,

καὶ αὐτοί εἰσιν βολίδες.

23ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει·

οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ.

24σὺ δέ, ὁ θεός, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς·

ἄνδρες αἱμάτων καὶ δολιότητος

οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν.

ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ, κύριε.